Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 69
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 69.1
Not analysed yet
(67)τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·