Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 8
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 8.1
Not analysed yet
(8)πρὸς δὲ τοὺς τὴν τροφὴν ἀποβάλλοντας ἐπιτιθέμενος ὠφελεῖ σπόγγος ἐξ ὄξους δριμέος ἄχρις φλυκταινώσεως ἐπί τε τοὺς πόδας καὶ βραχίονας· ἐπὶ δὲ τοῦ θώρακος καταπλασσόμενος τυρὸς νεαλὴς μετ’ ἀλφίτου ἢ σελίνου φύλλων, ἢ σέριδος 〈φύλλα〉 μετ’ ὄξους καὶ ἀλφίτων, ἢ ἀνδράχνης ὡσαύτως, ἢ κολοκύνθης ξύσματα ὁμοίως.