Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 87
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 87.2
Not analysed yet
λίθου ὀστρακίτου 〈· α′ μετ’ οἴνου, μήκωνος μελαίνης σπέρμα σὺν οἴνῳ ἤ σὺν μέλιτι [καὶ ὁ καρπὸς αὐτῆς], μυρίκης φλοιὸς λεῖος καὶ ὁ καρπὸς αὐτῆς, ὀξυακάνθου ὁ καρπὸς τῶν ἐν αὐτῷ ἐριωδῶν ἐπιμελῶς ἀποκαθαρθέντων καὶ ῥιφέντων —τραχύνει γὰρ τὴν ἀρτηρίαν —,πολυγόνου χυλὸς ἢ ἀρνογλώσσου ὁμοίως, πρίνου τοῦ φλοιοῦ ἀπόζεμα, πυτία λαγωοῦ, ῥοὸς βυρσοδεψικῆς χυλός, ῥόδων ἄνθος σὺν ὀξυκράτῳ, στεμφύλων ἀφέψημα.