Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 88
Dioscurides Pedianus, Euporista 88
Not analysed yet
(83)προστιθέμενα δὲ σὺν ὕδατι ῥοῦν ἵστησιν· ὑποκιστίδος χύλισμα, ῥοὸς βυρσοδεψικῆς ὁμοίως, βαλαύστιον λεῖον, αἰγὸς σὺν λιβανωτῷ —δεῖ δὲ ἐνειλεῖν ἐρίῳ καὶ προστιθέναι —,τέφρα κληματίνη ὑλιστὴ προστεθεῖσα, Ἀχίλλειος πόα, βάλανοι δρύιναι λεῖαι, ἰὸς σιδήρου, λιβανωτὸς καὶ ὁ φλοιὸς αὐτοῦ, λευκογραφίς, Λυσιμάχειος πόα, λύκιον σὺν γάλακτι, μανδραγόρου σπέρμα λεῖον μετὰ θείου ἀπύρου, μελίλωτον, πολύγονον καὶ ὁ χυλὸς αὐτοῦ, κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ ὕδατος, καρύου βασιλικοῦ τὸ ἐντὸς καὲν καὶ μιγὲν στύμματι.