Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 91
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 91.1
Not analysed yet
(87)ὀσφραινόμενα δὲ διεγείρει τὰς ὑστερικῶς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, σίνηπυ σὺν ὄξει σκιλλιτικῷ, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια φλεγόμενα καὶ ἀποσβεννύμενα, πευκεδάνου φύλλα καὶ ὀπός, τρίχες καεῖσαι, σφονδύλιον, πήγανον, σίλφιον, κρόμυον, σκόροδον, κνίδη προσαγομένη σκέλεσιν καὶ μετώπῳ.