Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 90
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 90.1
Not analysed yet
(86)πρὸς δὲ τοὺς ἑκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ 〈· α′ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε′ μετὰ μελικράτου, ὄνυξ 〈ὁ〉 ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.