Ancient Greek
126 to 135
Diphilus Comic., Fragmenta 126-135
Unproofread scanNot analysed yet
Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρ’ αὐτῶν Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε, δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτιῶν, Bekker. Anecd. 33, 33 χρυμεῖα· ἢν οἱ πολλοὶ χρύτην καλοῦσι. Αἴφιλος ἄνευ τοῦ ι χρυμέαν. ἔστι δὲ παρ’ Ἀθηναίοις πήρα τις χρυμέα καλουμένη, ἐν ᾗ παντοῖα σκεύη ἐστί. cf. Sotad. 1, 3. θυροκοπεῖν καὶ θυροκοπία γαστὴρ ὅλον τὸ σῶμα, πανταχῇ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον. λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον. ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.