Ancient Greek
18 to 19
Diphilus Comic., Fragmenta 18-19
Unproofread scanNot analysed yet
ἔστιν ἔνδον ὄξος ὀξύ σοι; ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά. ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται· τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τἀσθρητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν. εἶτ’ οὐ μαλάκ’, ὦ δύστην’, ἔχεις, σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον; οὐκ ἐκδραμεῖ λαβὼν ταδὶ δώσεις τ’ ἐμοὶ ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ· πῖθι. ταῦτα γὰρ παρ’ ἡμῶν Διὸς ἑταιρεῖον, πάτερ.