Ancient Greek
26 to 32
Diphilus Comic., Fragmenta 26-32
Unproofread scanNot analysed yet
ἄρτους σποδίτας κρησερίτας περιφέρειν καὶ λαγύνιον. Δίφιλος δ’ ἄμφω λέγει, τὸ μὲν ἐν τῇ Ἑκάτῃ πολλάκις, τὸ δὲ λαγύνιον ἐν Ἀδελφοῖς (3). Poll. cf. Nicostrat. . ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Αητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία ὅ ἐστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις. νόμιμον τοῦτ’ ἐστί, βέλτιστ’, ἐνθάδε Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ, ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐὰν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι,