Ancient Greek
38
Diphilus Comic., Fragmenta 38
Unproofread scanNot analysed yet
εἴ μοι συνήθης, Φαίδιμ’, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἄν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα λίθον ἀμαξιαῖον· καὶ σφόδρ’ εὐτελὲς λέγω. Athenaeus 4, 165f καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας, ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ οἱ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησιν κτλ. εἰ μὴ Α. Φαίδιμ’ ὢν Dobr. Adv. II 307] φαιδίμῳ γ’ Α. υἱὸς Dobr. ὢν ὁ G. Herm. ὁ τοῦ Bergk. τιν’. ὡς μὴ κατεδεσθῆναι Κ. ἕνα φαγεῖν Erfurdt. Obs. 453. ἕν’ ἐρυγεῖν Mein. V 111. frustra. scrib. ἕνα θεῖναι.