Ancient Greek
65 to 70
Diphilus Comic., Fragmenta 65-70
Unproofread scanNot analysed yet
καὶ νὴ Δί’ ὄντως εὐθὺς ἐξέπεμπέ με ὄρθριον· ἐκόκκυζ’ ἀρτίως ἀλεκτρυών. Eustathius 1479, 46 Αίφιλος ἐν τῷ κτλ. Bekker. Anecd. 101, 4 κοκκύζειν τοὺς ἀλεκτρυόνας· Αίφιλος Πλινθοφόρῳ. id. 21, 24 ᾤδειν ἀλεκτρυόνας· ἀττικῶς. τὸ δὲ κοκκύζειν κωμικοὶ λέγουσιν. 2 ὄρθριον· ἐκόκκυζ’ —ἀλεκτρ. Mein.] ὀρθριοκόκκυξ ἀλεκτρ. sub‐ iectum verbi ἐξέπεμπε non est ἀλεκτρυών. ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. Photius 480, 20 ῥαγδαίους· τοὺς κεκινημένους καὶ σφοδροὺς καὶ βιαίους. . . Αἴφιλος Πολυπράγμονι κτλ. cf. Teleclid. 30. Aristoph. fr. 243. Antiphan. 7. δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη Ammonius Differ. verb. 61 εὑρέσθαι οἱονεὶ τὸ ἐκπορίσασθαι. Δίφιλος ἐν Πύρρῳ. εὑρημένη Scaliger] εὑρημένον. Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος. Athenaeus 11, 487a μετάνιπτρον· ἡ μετὰ τὸ δεῖπνον, ἐπὰν ἀπονίψωνται, διδομένη κύλιξ. . . Δίφιλος Σαπφοῖ κτλ. cf. Antiphan. 137. Athenaeus 13, 599d καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα. οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ’ ἔχειν, εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.