Ancient Greek
73
Diphilus Comic., Fragmenta 73
Unproofread scanNot analysed yet
ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. B. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. A. κεῖται πάλαι. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; B. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι ‘ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὅλοιτο, νόστον μή ποτ’ εἰς πάτραν τυχών. ‘A πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; A τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα. Athenaeus 6, 247ab Δίφιλος δ’ ἐν Συνωρίδι, ἑταίρας δ’ ἔνομα ἡ Συνωρίς, Εὐριπίδου μνησθεὶς (κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης) παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτου τάδε λέγει κτλ. 1 ἄριστα A. 3 ποτ’ A.