Ancient Greek
79 to 86
Diphilus Comic., Fragmenta 79-86
Unproofread scanNot analysed yet
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. B. ἐγὼ δὲ ταῦθ’ ἥδιστα γ’ ἐπιδορκίζομαι. πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. B ἀνδραπόδι' ἤδη ταῦθ᾽', ὀρᾷς; A ἥκιστά γε, ἐκπωμάτων δ' ὀνόματα. B πρὸς τῆς ἑστίας; A ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν. ἀντὶ τοῦ ἀνεπαυσάμην. Δίφιλος Φιλαδέλφῳ. Bekker. Anecd. 80, 29. Hesych. ἀνέψυγχθεν (Hom. Il. 10, 575, cf. 13, 84)· ἀνεκτήσαντο. et ‘ἀνέψυξα‘ ἀνεπαυσάμην. transitive ἀνάψυξον πόνων Eur. Hel. 1094. ὀξίνην οἶνον πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε· χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα. διακύψας ὁρῶ διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα. ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Λιόνυσε καὶ σοφώταθ’, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν, τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν.