Ancient Greek
92 to 113
Diphilus Comic., Fragmenta 92-113
Unproofread scanNot analysed yet
ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται; εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν, ἐμαυτὸν ἀδικῶ κοὐκέτ’ εἰμὶ θεοσεβής, ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ. εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν. φιλαργυρία τοῦτ’ ἔστιν, ὅταν ἀφεὶς σκοπεῖν τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς. τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας. δειπνεῖ τε καταδὺς πῶς δοκεῖς; λακωνικῶς, ὄξους δὲ κοτύλην —B. πάξ. A. τί πάξ; ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων. αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἡ φυγάδος ἡ πεινῶντος ἡ μαστιγίου. Athenaeus 5, 189e νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ. . . Δίφιλος κτλ. ἆρ’ ἐστὶν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ. ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ, ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον. ὅρκος δ’ ἑταίρας ταὐτὸ καὶ δημηγόρου· ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ. ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς εὐγενῆ. Stobaeus Floril. 84, 4 Αἰφίλου Trinc. deest in A. 1 καὶ συγγενοῦς γὰρ οἰκίαν Mein.] γὰρ καὶ σ. οἰκ. γὰρ οἰκ. καὶ σ. Grot. 2 εὐγενῆ Both.] συγγενῆ. ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ· τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται. πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ. πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον. ἄνθρωπός εἰμι, τοῦτο δ’ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει. ὥσπερ κυαθίζουσ’ ἐνίοθ’ ἡμῖν ἡ τύχη ἓν ἀγαθὸν ὑποχέασα τῷ ἐπαντλεῖ κακά. ὡς δεινὸν ἡνίκ’ ἄν τις ὢν ἐν φροντίσιν εἰκῇ θεατὴν τὸν τυχόντα λαμβάνῃ. ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, ἡδίων ἔσει. ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ. γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον. θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.