Ancient Greek · ~5 min
1 to 5
DIYLLUS ATHENIENSIS, Fragmenta 1-5
Not analysed yet
(Ἡρόδοτος) τὴν διαβολὴν . . . ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ ̓ αὐτῶν . . . Ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν, Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. Ἀριστίων· Ὑπερίδης Κατὰ Δημοσθένους. Οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός (Ὕιλλος corrupt.) φησιν, ἐκ μειρακυλλίου δ ̓ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ ̓ ὑπ ̓ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν ε' τῶν Περὶ Ἀλέξανδρον (Ol. III, 2, 335). Δίυλλος (διύαλος libri; corr. Cas.) δ ̓ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησὶν, ὡς Κάσσανδρος ἐκ Βοιωτίας ἐπανιὼν, καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαῖς, καὶ μετ ̓ αὐτῶν τὴν Κύνναν, τὴν Εὐρυδίκης μητέρα, καὶ τοῖς ἄλλοις τιμήσας, οἷς προσήκει, καὶ μινομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν. Δημήτριος δὲ ὁ Φαληρεὺς, Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς, ἡδέως δι ̓ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος. Κόμανα] παρὰ τὸ κόμη γίνεται θηλυκὸν κομάνη· τὸ οὐδέτερον, κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸ Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύγοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι. Πόλις Κόμανα Θύιλλις· μεθερμηνεύεται σύσκια κατὰ τὴν Ἰώνων φωνήν.