Ancient Greek
Aegyptus 94 (2014), p. 67-69 no. 3
Documentary Papyri, Aegyptus 94 68_3
Not analysed yet
μεμέτρημαι ἐφʼ ἁλώνων Σελιλάεως γενήματος πρώτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου τριακὰς Εὐδαίμων πρεσβύτερος Ἑρμαίου πυροῦ δοχικῷ ἀρτάβας διακοσίας δεκαὲξ γίνονται πυροῦ δοχικῷ ἀρτάβαι σιϛ καὶ ἐπὶ ταῖς ἐπαγομέναις νουμηνίᾳ ὁ αὐτὸς ἄλλας πυροῦ δοχικῷ ἀρτάβας εἰκοσιδύο ἥμισυ τέταρτον ἐπὶ τὸ αὐτὸ τῶν δύο ἡμερῶν ἀρτάβας διακοσίας τριακονταοκτὼ ἥμισυ τέταρτον Μουσαῖος σεσημείωμαι πυροῦ δοχικῷ ἀρτάβας διακοσίας τριακονταοκτὼ ἥμισυ τέταρτον γίνονται πυροῦ δοχικῷ ἀρτάβαι σλη𐅸.