Ancient Greek
AncSoc 45 (2015), p. 83-91 no. 1
Documentary Papyri, AncSoc 45 87_1
Not analysed yet
Ζήνωνι χαίρειν Ψενόβαστις. εἴ σοι δοκεῖ, καλῶς ποιήσεις γράψας Παυῆι τῶι βασιλικῶι γραμματεῖ ὅπως ἂν πολυωρῆι ἐάν τι εὔγνωμον αὐτὸν ἀξιῶμεν. γίνωσκε δὲ ἡμᾶς καὶ τοὺς ἀμφιβολεῖς ἐκλαμβάνοντας τοὺς ἀπὸ χερὸς ἀμφιβάλλοντας ἵνα μηθεὶς ἕτερος ἐπιπορεύηται ἐπὶ τὰς νήσους. γράψον δὲ οὖν Παυῆι ἵνα μὴ ἀντικόπτηι ἡμῖν. εὐτύχει. Ψενοβάστις.