Ancient Greek
APF 58 (2012), p. 302-307
Documentary Papyri, Apf 58 305
Not analysed yet
π καταξιώσῃ σου ἡ θαυμασιότης μεταστείλασθαι Ἰακωβ τὸν γεωργὸν τοῦ Γραῖδος καὶ ποιήσῃ αὐτὸν παραγενέσθαι ἅμα τοῖς ἀποσταλεῖσιν παρ’ ἐμοῦ ποταμίταις εἰς τὴν αὐτοῦ μηχανὴν καὶ δεῖξαι αὐτοῖς τὸν τόπον τοῦ χώματος τοῦ νεοφύτου ἵνα ἐκεῖσε ἐργάσωνται. πληρῶσαι δεῖ τὸν τόπον τῆς ἀμπέλου εἰς τὰς τέσσαρας ἀρούρας ἐκτὸς τοῦ χώματος. ἔγραψα δὲ καὶ Θεoδώρῳ τῷ προνοητῇ παρασχεῖν αὐτοῖς λόγῳ ἀρραβῶνος, τοῦτ’ ἔστιν σίτου ἀρτάβας δύο καὶ ἀργυρίου μυριάδας τετρακοσίας πεντήκοντα. ἐπίδος τῷ κυρίῳ μου θαυμ…αδε… παρὰ Θεοδώρου λαμπροτάτου