Ancient Greek
APF 59 (2013), p. 84-91 no. 2
Documentary Papyri, Apf 59 84_2
Not analysed yet
Ἀπολλώνιος ὁ ἐξειληφὼς τὴν ἕκτην τῶν ἀκροδρύων τοῦ Τεντυρίτου εἰς τὸ λϛ ἔτος Θερμούθει καὶ Παχούμει Ψεννήσιος. συνκεχώρηκά σοι τρυγᾶν καὶ διατίθεσθαι τοὺς καρποὺς τοῦ ὑπάρχοντος ὑμῖν φοινικῶνος τόπου ἑνός, σοῦ διαγράφοντος ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἀνταναιρουμένων τῶν τοῦ βασιλέως φιλανθρώπων χαλκοῦ πρὸς ἀργύριον δραχμὰς τετρακοσίας. γίνονται υ. ἔτους λϛ Παυνὶ κβ. Ἀντίπατρος ὁ ἀντιγραφεὺς ἐπηκολούθηκα. ἔτους λϛ Παυνὶ κβ.