Ancient Greek
APF 62 (2016), p. 113-117
Documentary Papyri, Apf 62 117
Not analysed yet
Ἁρποχρατίωνι πάντα παρατήρει μὴ ἄρα γένηται σῖτος παρὰ γεωργοῖς· πρόιμα γάρ ἐστι τὰ τῆς Ἀργαίου καὶ τοῦ Χρυσοχόου καὶ τὰ τῆς Κερκεσούχων. παράγγειλον δὲ τῷ ἀπὸ Κερκεσούχων, τῷ τέκτονι, ὁπότε ἐὰν ἕτοιμος γένηται, σημᾶναί σοι. τὸν χόρτον ἔασον ἐν τῇ καμάρᾳ Ἅβωνος· πλῆσον καμάραν καὶ τὸ λοιπὸν πρὸς ἡμᾶς πέμψον· πὲμψον δέ μοι μίαν ἄρουλλαν αὔριον ἔχουσαν καὶ ψωμία. μὴ ἄλλως ποιήσῃς. Ἁρποχρατίωνι