Ancient Greek
APF 66 (2020), p. 124-125 no. 2
Documentary Papyri, Apf 69 114
Not analysed yet
Μᾶρκος Αὐρήλιος Σαραπίων Μικκάλου καὶ ὡς χρηματίζει Μάρκῳ Αὐρηλίῳ Ὡρίωνι οὐετρανῷ τῶν ἐντίμως ἀπολυθέντων χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ πλοῖόν σου ποτάμιον ἀμμοκοπρηγόν, ᾧ παράσημον Μυρισμὸς σὺν ἱστῷ καὶ κέρατι καὶ ψιαθαρμένῳ …καὶ κοντοῖς σιδηροχήλοις τέτρασι …καὶ ἄλλοις δυσὶ …σὺν σχοινίῳ αμ… καὶ α…ριοις, σὺν ποδώματι, ὥστε ποιήσασθαι μὲ σὺν αὐτῷ τὴν ἀμμοκοπρηγικὴν ἐργασίαν, σὺν τοῖς αὐταρκοῦσι ναύταις, ἐπὶ μῆνας δώδεκα ἀπὸ δεκάτης τοῦ ἐνεστῶτος μηνός. παντὸς δὲ τοῦ περιγινομένου κοπρίου τὸ αἱροῦν μέρος τρίτον τελέσω σοι ἀμέμπτως καὶ ἀνεγκλήτως. τελέσω δὲ …παράλημψις Μυρισμοῦ