Ancient Greek
BASP 49 (2012), p. 135-137 no. 2
Documentary Papyri, Basp 49 135
Not analysed yet
Πανίσκος Ἀϊῶνι τῷ ἀδελφῶι πολλὰ χαίρειν πρὸ μὲν πάντων εὔχομαι σε ὁλόκληρόν ἀπολαβεῖν παρὰ τῷ κυρίῳ θεῷ. γινώσκειν ὑμᾶς θέλω ὅτι θεοῦ θέλοντος ὁλοκληροῦμεν. καὶ ἐντέλλομαι σοι, κύριε μου ἄδελφε, πρόσεχε τῇ θυγατρί μου, καὶ, εἴ τινος χρείαν ἔχει, δὸς αὐτῇ. μάλιστα δὲ ἐπιτάξατε αὐτῇ καὶ ἐάν ἀντιείπῃ ὑμῖν· ἀντιγράψατέ μοι καὶ περὶ Σερήνου ἐάν καλῶς πράξει καὶ προσέχει τοῖς πρόβασιν. ἐπιμέλετε δὲ σπουδέως ἄλλων …ει καὶ οἴκα-δε καὶ ἔξω …νο… ποιῆσόν με …εχ…σι…ες ……μητρὶ καὶ ……οῖς καὶ …ξεν μι… …μετρήσω καὶ ἐγὼ ἀποδίδωμι …τας. καὶ βοηθεῖτε καὶ ὑμεῖς τῷ ἀδελφῷ ἡμῶν Βασόειτι. καὶ μὴ ἀμελήσῃς· ἀντίγραψόν μοι περὶ τὴν σωτηρίαν ὑμῶν. ἀσπάζομαι Ἀτᾶν σὺν τέκνοις καὶ Κορνήλιον σὺν τεκνοις καὶ τὴν σύμβιον αὐτοῦκαὶ Οὐενᾶφριν σὺν τέκνοις καὶ τῇ συμβίου καὶ τὴν μητέρα μου καὶ Ἄννιλλαν…ου. ἀσπάζομαι …πολλὰ καὶ …δωρα …τι σὺν τέκνοις …καὶ Παῆσιν καὶ Ἀπίαν σὺν τέκνοις. ἐρρῶσθαί σε εὔχομαι. Φαρμοῦθι ……παρὰ Πανίσκου …ει…