Ancient Greek
BASP 49 (2012), p. 63-72
Documentary Papyri, Basp 49 68
Not analysed yet
Πτολλαρίων …γεγυμνασιαρχηκώς Σαραπάμμωνι ἱερεῖ …ο… ἔσχον παρὰ σοῦ ἀφ’ ὧν ὀφείλεις ἐμοὶ σὺ καὶ ὁ τετεευτηκώς σου ἀδελφὸς Πα… εἰς λόγον φιλανθρώπων τῶν ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ κγ ἔτους Τίτου Αἰλίου Ἀντωνείνου ἕως …Ἁθὺρ τοῦ κδ ἔτους τοῦ καὶ πρώτου Ἀντωνείνου καὶ Οὐήρου δραχμὰς πεντακοσίας ἑβδομήκοντα ἕξ, ὁμοίως καὶ τῶν ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ α ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἐπὶ λόγου δραχμὰς τριακοσίας …μὴ ἐλαττουμένου μου ὑπὲρ τῶν κεφαλαίων καὶ τῶν τόκων καὶ ἐπεσομένων …ἔτους β Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ …καὶ ὁμοίως Φαρμοῦθι ιδ ἔσχον ἄλλας ἐπὶ λόγου δραχμὰς τριακοσίας γίνονται δραχμαὶ τ. Καὶ ὁμοίως δ ἔτους Παχὼν ι ἔσχον ἄλλας ἐπὶ λόγου δραχμὰς τετρακοσίας ὀγδοήκοντα γίνονται δραχμαὶ υπ