Ancient Greek
BASP 50 (2013), p. 129-134
Documentary Papyri, Basp 50 130
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Αὐδναίου Ἁθύρ κ… ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Κορνήλιος Πασι μητρὸς Λουλιανῆς ἀπὸ κώμης Φιλαδελφίας ὡς ἐτῶν λ… οὐλὴ ἐπάνω βήματος ποδὸς ἀριστεροῦ Αὐρηλίῳ Ἥρωνι οὐετρανῷ τῶν ἐντίμως ἀπολελυμένων γεουχοῦντι ἐν κώμῃ Δίννει ἔχειν παρ᾽ αὐτοῦ τὸν ὁμολογοῦντα ἐν χρήσει πυροῦ μεθ’ ἡμιολίας ἀρτάβας εἴκοσι ὀκτὼ καὶ μέτρα ὀκτὼ ἃς καὶ ἐπάναγκον ἀποδώσειν αὐτῷ τὸν ὁμολογοῦντα …τοῦ ἐνεστῶτος …καθαροὺς ἀκρίθους ἀβόλους …ε…ς γινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. τὴν ἀσφάλειαν ταύτην ἁπλῆν σοι ἐξεδόμην ἐπὶ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος ἀγραμμάτου, ἣ καὶ κυρία ἔστω πανταχῇ ἐπιφερομένη ὡς ἐν δημοσίῳ κατακεχωρισμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Κορνήλιος ὁμολογῶ ἔχειν τὰς τοῦ πυροῦ μεθ’ ἡμιολίας ἀρτάβας εἴκοσι ὀκτὼ καὶ μέτρα ὀκτὼ καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φανίας Ἀκουσιλάου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.