Ancient Greek
BASP 50 (2013), p. 165-169
Documentary Papyri, Basp 50 166
Not analysed yet
κυρίῳ μου τιμιωτάτῳ ἀδελφῷ Ἀνουβίωνι Ἀλέξανδρος πρεσβύτερος. ἔσχον καὶ ἐδεξάμην παρὰ σοῦ ἀπὸ λόγου τοῦ γραμματίου ἀββα Ἰσὰκ μονάζοντος τῶν τεσσάρων χρυσίνων χρυσίου νομισμάτια δύο παρὰ κεράτια ὀκτώ, χρυσίου νομισμάτια β παρὰ η καὶ πρὸς σὴν ἀσφάλείαν πεποίημαι τοῦτό μου τὸ ἐντάγιον ὡς πρόκειται. ἐγὼ Ἀλέξανδρος πρεσβύτερος, στοιχεῖ μοι τὸ ἐντάγιον ὡς πρόκειται. ἐγὼ Ἰωάννης γραμματεὺς ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς γράμματα μὴ εἰδότος Χοιὰκ ιγ δ ἰνδικτίονος