Ancient Greek
89.1.17 to 89.1.29
Documentary Papyri, Basp 50 89.1.17-29
Not analysed yet
…καὶ ἡ τούτου μήτηρ Ταποντῶς Παποντῶτος Περσίνη ὡς ἐτῶν νγ οὐλὴ σιαγόνι ἀριστερᾶι μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς υἱοῦ ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Μαρωνίδι ……ἔχιν παρ’ αὐτῆς χρῆσιν ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας πέντε μέτρωι δρόμωι ἑξαχοινίκωι τῆς Μαρωνίδος ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους ……Ἡρακλείδηι Ἡρακλείδου ὡς ἐτῶν μ ἀσήμωι ἔχειν παρ’ αὐτοῦ διὰ μέτρου χρῆσιν πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι τέσσαρας μέτρωι δρόμωι τετραχοινίκωι ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους ……δεξι Ἰσίωνι …τῶι προγεγραμμένωι ὡς ἐτῶν λα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς ἔχειν παρ’ αὐτοῦ διὰ μέτρου χρῆσιν πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας πέντε τέταρτον μέτρωι δρόμωι ……Μυσταρίωνι Ἀκουσιλάου τοῦ καὶ Μύστου ὡς ἐτῶν κα ἀσήμωι ἔχειν παρ’ αὐτοῦ τιμὴν οἴνου νέου ληναίου ἀπὸ γενήματος οὗ καρπωνεῖ ὁ Σι… …κεραμίων Ἀρσινοιτικῶν δέκα ἐν χύματι τοῦ αὐτοῦ ἀμπελῶνος ἀποδοῦναι μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος ἔτους ἐπὶ ληνῶι, τοῦ Μυσταρίωνος χορηγοῦντος κέραμον. τὰ δ’ ἄλλα ἀκολούθως …. …Πτολεμαίου ὡς ἐτῶν λε οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς ἔχειν παρ’ αὐτοῦ διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων τόκων καὶ δεόντων καὶ ἱματισμοῦ παρέξεσθαι ……πάντα τὰ ἐπιτασσόμενα. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν μὴ παραμείνηι ἀποτεισάτω δραχμὴν α. μετὰ τὸν χρόνον ἀποδότω ἀργυρίου δραχμὰς ξ καὶ δώσει ὁ Δίδυμος τῇ παιδίσκηι …ο καὶ ……καὶ ἡ τούτου γυνὴ Ἡρὼι Ὡρίωνος Περσίνη ὡς ἐτῶν κγ οὐλὴ εὔσημος …καὶ ὑπόστραβος μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Διονυσίωι ……κοντα ὀκτὼ εἰς τὴν τιμὴν κριθῆς ἧς ἠγόρασαν καὶ ἀπέσχηκαν οἱ ὁμολογοῦντες παρὰ τοῦ Διονυσίου διὰ μέτρου ἐπὶ κώμης Αὐτοδίκης τῆς αὐτῆς μερίδος πε… …ἀποδώσειν τοὺς ὁμολογοῦντας τῶι Διονυσίωι ἐν —ᾐτήσαντο εἰς συμπεριφορὰν προθεσμίας μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως ……ἀμφότεροι Ἰσχυρίωνος καὶ Χαιρᾶς Πτολεμαίου ὡς ἐτῶν με οὐλὴ ὑπ- ὀφρὺ- δεξια- οἱ γ Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Πλουτίωνι Πλουτίωνος χειριστῇ τοὺς ὁμολογοῦντας ……ὡς ἐτῶν μδ οὐλὴ γαστροκνημίαι δεξιᾶι ἔχειν παρ’ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν χρῆσιν ἔντοκον ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους. ὑπογραφεὺς τῶν ὁμολογούντων …