Ancient Greek
BASP 51 (2014), p. 185-186
Documentary Papyri, Basp 51 185
Not analysed yet
Σουμαῖος Ἰωναθῆι Βειανοῦ καὶ Μασαβάλαι χαίρειν. ἐπειδὴ ἔπεμψα πρὸς ὑμᾶς Ἀγρίππαν σπουδάσατε πέμψαι μοι θύρσους καὶ κίτρεια, ὅσον δυνασθήσετε, εἰς παρεμβολὴν Ἰουδαίων καὶ μὴ ἄλλως ποιήσετε. ἐγράφη δὲ Ἑλληνιστὶ διὰ τὸ ἡμᾶς μὴ εὑρηκέναι Ἑβραϊστί ἐγγράψασθαι. αὐτὸν ἀπόλυσαι τάχιον διὰ τὴν ἑορτὴν καὶ μὴ ἄλλως ποιήσετε. Σουμαῖος ἔρρωσο