Ancient Greek
BASP 52 (2015), p. 69-77
Documentary Papyri, Basp 52 71
Not analysed yet
ἀσπάζομαι ὑμᾶς καὶ προσκυνῶ καὶ τὰ ἴχνη τῶν ὑποδημάτων ὑμῶν καὶ πάντων τῶν ὄντων μεθ’ ὑμῶν κατ’ ὄνομα. καταξίωσον οὖν λαβεῖν τὸ κανόνα παρὰ τοῦ γραμματηφόρου καὶ τοῦτο ἀναγκαίως γράψῃ ἡ σὴ εὐλάβεια ὅτι ὁ μακάριος ἄπα Ἰσὰκ ἀπώλλυτο ἀπὸ ἕκτης τοῦ μηνὸς τούτου· διὰ τούτου οὐκ ἐδυνήθη βαλεῖν σκυλμὸν καὶ ἀπαντῆσαι τὸν ἄγγελον ὑμῶν, δέσποτα. ἐπίδος τῷ ἀγαπητῷ μου ἀδελφῷ Κύρῳ παρὰ Κυριακοῦ ἀδελφοῦ.