Ancient Greek
BASP 53 (2016), p. 129-132 no. 2
Documentary Papyri, Basp 53 129_2
Not analysed yet
ἔτους λϛ Καίσαρος Μεχεὶρ β διέγραψεν Ἀνχόρινφις Ἰσχῖτος Ἡρακλᾷ τῶι παρὰ Πτολεμαίου Αρα δημοσίου τραπεζίτου εἰς συντάξιμον τοῦ αὐτοῦ ἔτους Ἀπιάδος ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η καὶ τῆι …τοῦ Φαρμοῦθι δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ καὶ τῆι κγ τοῦ Παῦνι δραχμὰς δεκαδύο γίνονται δραχμαὶ ιβ καὶ τῆι α τοῦ Μεσορὴ δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η ἔτους λζ Καίσαρος Φαῶφι λ διέγραψεν Ἀνχόρινφις Ἰσχῖτος Ἡρακλᾷ τῶι παρὰ Πτολεμαίου Αρα δημοσίου τραπεζίτου εἰς συντάξιμον τοῦ ἕκτου καὶ τριακοστοῦ ἔτους α… δραχμὰς τέσσερας, γίνονται δραχμαὶ δ