Ancient Greek
BASP 53 (2016), p. 32-34 no. 2
Documentary Papyri, Basp 53 32
Not analysed yet
Δημητρίωι τῶι παρὰ Ἀθηνοδώρου τοῦ διοικητοῦ παρὰ τῶν ναυκλήρων τῶν ἀπὸ τοῦ ὅρμου τῶν μεταφερόντων τὸν βασιλικὸν σῖτον ἐνταῦθα εἰς τὰ μετρήματα. ἐπειδὴ οἱ τελῶναι πράσσουσιν ἡμᾶς τὴν τετάρτην τῶν ναύλων οὐ καθηκόντως οὐδέποτε η…κότων καὶ το… διασείοντες …ἀξιοῦμέν σε, ἐάν σοι φαίνηται, ἀνακαλεσάμενον αὐτοὺς ἐπισκέψασθαι, κἂν φαίνωνται ἀγνωμόνως ἡμᾶς παραλογεύοντες, μὴ ἐπιτρέπειν αὐτοῖς συκοφαντεῖν ἡμᾶς. εὐτύχει. …ους εσει κα…οης ἔτους ιδ Χοιὰχ ιδ παρὰ τῶν ἀπὸ τοῦ ὅρμου κατὰ τῶν τελωνῶν εσο…