Ancient Greek
BASP 55 (2018), p. 275-280
Documentary Papyri, Basp 55 280
Not analysed yet
Ἰσίδωρος Χενανοῦβι τῇ μητρὶ πλεῖστα χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. ἰδού, πολλὰ ἐνετειλάμεθα τῷ πατρί μου περὶ σοῦ ὅπως σὲ ἐνέγκῃ μετʼ αὐτοῦ εἰς τοὺς γάμους τῆς θυγατρός σου ἐπεὶ ἄνευ ὑμῶν oὐ μελλομεν αὐτὴν ἐκδοῦναι. ὅρα, μὴ οὖν ἄλλως ποιήσῃς καὶ λυπήσῃς ἡμᾶς. ἀνάδος Χενανοῦβι ἀπὸ Ἰσιδώρου