Ancient Greek
BASP 56 (2019), p. 129-136
Documentary Papyri, Basp 56 131
Not analysed yet
ὑπατείας Στελίχωνος καὶ Αὐρηλιανοῦ τῶν λαμπροτάτων …κθ. Αὐρήλιος Γεννάδιος Ολ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Ἀράβων Φλαουίῳ Σαραπάμμωνι στρατιώτῃ κάστρων Σκηνῶν Μανδρῶν τοῦ Μεμφίτου νομοῦ χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας πεπληρῶσθαί με παρὰ σοῦ τὴν τιμὴν προβάτων ὀνυχίνων ἐμπόκων τελείων εὐαρέστων πέντε· τὴν δὲ τούτων ἀπόδοσίν σοι ποιήσομαι μηνὶ Τῦβι τῆς οὔσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας ἐξ ὑπαρχόντων μου πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γεννάδιος ὁ προκείμενος ὁμολογῶ ἔχειν καὶ ὀφείλειν τῷ Φλαουίῳ Σαραπάμμωνι πρόβατα ὀνύχινα ἔμποκα τέλεια πέντε καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Ἠλίας Δίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. σεσημείωμαι ὁμολογία Γενναδίου …εἰς Φλάουιον Σαραπάμμωνα