Ancient Greek
BASP 57 (2020), p. 20-26 no. 1
Documentary Papyri, Basp 57 21_1
Not analysed yet
Ἀπολλωνίωι καὶ Θέωνι γεγυμνασιαρχαρχηκόσι βιβλιοφύλαξιν ἐγκτήσεων Ἀρσινοίτου παρὰ Μικκάλου τοῦ Πτολεμαίου τοῦ καὶ Πεθέως πρεσβυτέρου τοῦ Πεθέως τῶν ἀπὸ Καρανίδος χωρὶς ὧν ἀπεγραψάμην Λογίσμῳ καὶ Ἀντιόχῳ τῷ β ἔτει Γάλβα προσαπογράφομαι καὶ ἃς νυνὶ παρακεχώρημαι παρὰ Θεοδότης τῆς Διονυσίου τοῦ Διονυσίου ἀπὸ ἀμφόδου Θαραπίας ἀπoγεγραμμένης Ἀμμωνίῳ μετὰ κυρίου τοῦ κατὰ πατέρα …Διονυσίου τοῦ καὶ Πτολεμαίου τοῦ Πτολεμαίου περὶ Βακχιάδα ἥμισυ μέρος κλήρου κατοικικοῦ ἀρούρας ἓξ τιμῆς ἀργυρίου δραχμῶν τρισχιλίων διακοσίων πεντήκοντα. διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν. κατακεχώρισται ἔτει ϛ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι ια