Ancient Greek
BASP 57 (2020), p. 49-54
Documentary Papyri, Basp 57 50
Not analysed yet
Δημητρίωι τῶι καὶ Ἁρποκρατίωνι στρατηγῶι Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Μιεῦτος τοῦ …κώμης Τεβτύνεως …γυνὴ Ταορσεῦς …ου… σασα τη…ρ… ε…σ…ενμ… νεπα…πρε… τῇ συμβιώσει χρυσία καὶ ἱμάτια καὶ σκεύη καὶ …λαβόμενη τὴν ἐμὴν ἀπουσίαν …υ…ωνη ὑφείλετο …ο…ο…ν καὶ τὴν τῆς ἐξοδίας θύρας κλεῖδα. ὡς καὶ ὑπογύως μετέλαβον παρὰ τῶν γειτόνων, τὴν ἀδελφὴν αὐτῆς Τεφερσάιν ἀνοίξασαν τὴν οἰκίαν διαπέμφθεισαν ὑπ’ αὐτῆς καὶ βαστάξασαν πλεῖστα ἃ ἐπὶ τοῦ ῥητοῦ δηλώσω. ὅθεν, κύριε, ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπί σε πρὸς τὸ τὴν δέουσαν ἐξέτασιν γενέσθαι. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενώθ κς.