Ancient Greek
BASP 58 (2021), p. 155-164
Documentary Papyri, Basp 58 157
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Φιλοξένου τοῦ λαμπροτάτου Φαμενὼθ α ἰνδικτίονος ε. τῇ ἁγίᾳ ἐκκλησίᾳ καλουμένῃ ἀπα Ἱερακίωνος διὰ σοῦ τοῦ εὐλαβεστάτου Ἀπολλῶ πρεσβυτέρου καὶ οἰκονόμου καὶ Μηνᾶ ἐνοικολόγου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Ἀβραάμιος Μουσαίου μητρὸς …μος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους σδ ρογ τῆς αὐτῆς πέμπτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων τῇ ἁγίᾳ ἐκκλησίᾳ διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου Ἀπολλῶ οἰκονόμου ἀπὸ οἰκίας νευούσης ἐπὶ νότον διακειμένης ἐπὶ ταύτης τῆς πόλεως ἐπ’ ἀμφόδου ἔσωθεν …ὁλόκληρον μονόχωρον νευον κ… μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ χρηστηρίων πάντων καὶ τελέσω τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ διὰ Μηνᾶ ἐνοικολόγου αὐτῆς ἀργυρίου μυριάδας ἐνακοσίας καθὼς πάντες …γίνονται μυριάδες ϡ, ὅπερ ἐνοίκιον ἀποδώσω κατ’ ἔτος δι’ ἑξαμήνου τὸ ἥμισυ καὶ ὁπόταν βουληθείης …ἀντιπαραδώσω σοι τὸ αὐτὸ μονόχωρον ὡς καὶ παρέλαβον ἐπὶ νομῇ. κυρία ἡ μίσθωσις ἁπλῆ καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀβραάμιος ὁ προγεγραμμένος πεποίημαι τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Ἀπολλῶς …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. …