Ancient Greek
BASP 61 (2024), p. 179-186 no. 4
Documentary Papyri, Basp 61 179_4
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θῶθ μιᾷ καὶ εἰκάδι ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Διονύσιος Σωτηρίχου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ οἱ τούτου υἱοὶ Σωτήριχος ὡς ἐτῶν τριάκοντα οὐλὴ ἀντικνημίωι ἀριστερῶι καὶ Διόσκορος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ὀφρύι ἀριστερᾶι, οἱ τρεῖς Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Ἀφροδισίωι Φιλίππου Ἀντινοεῖ ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ χείλει τῷ κάτω ἐκ δεξιῶν …