Ancient Greek
BGU 1 100
Documentary Papyri, Bgu 1 100
Not analysed yet
Κόμων Μουσαίου τοῦ Ἡρακλείτου Πεκύσι Ὥρου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κάμηλον θήλειαν δευτερόβολον πυρρὰν κεχαραγμένον δεξιῷ, σιαγόνι ταύτην τοιαύτην ἀναπόριφον, καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα καὶ βεβαιώσω πάσῃ βεβαιώσει. ἔτους δευτέρου καὶ εἰκοστοῦ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Τῦβι η.