Ancient Greek
BGU 1 112
Documentary Papyri, Bgu 1 112
Not analysed yet
ἀντίγραφον ἀπογραφῆς. Ἀμμωνίωι καὶ Σαραπίωνι γυμνασιαρχήσασι βιβλιοφύλαξι τῆς ἐν Ἀρσινοίτηι δημοσίας βιβλιοθήκης παρὰ Πασόξεως τοῦ Παήσιος τοῦ Μυὸς ἱερέως τῶν ἀπὸ Καρανίδος τῆς Ἡρακλείδου μερίδος. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου προστεταγμένα ἀπογράφομαι εἰς τὴν ἐνεστῶσαν ἡμέραν τὰ ὑπάρχοντά μοι ὄντα καθαρὰ ἀπό τε ὀφείλης καὶ ὑποθήκης καὶ παντὸς διεγγυήματος ἐν τῇ προκειμένηι κώμηι πατρικὸν τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ψιλοὺς τόπους βίκων δύοἡμίσους, οὓς ἠγόρασα παρὰ Μεσοήριος τοῦ Νεκφερῶτος τῶι ε ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ ἐν τῇ κώμηι οἰκίαν, ἣν ἠγόρασα παρὰ Ὀννώφριος τοῦ Πετσοραίπιος τῶι ϛ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ὅτι δʼ ἂν ἀπὸ τούτων ἐξοικονομήσω ἢ καὶ προσαγοράσωι, πρότερον προσαγγελῶν, ὡς ἐκελεύσθη.