Ancient Greek
BGU 1 118 col. 2
Documentary Papyri, Bgu 1 118colii
Not analysed yet
…μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου Βουβαστείου τῆς δε… τοῦ Μύσθου. ὑπάρχει ἡμῖν ἐπ ἀμφόδου …οἰκία καινὴ, ἐν ᾗ κατοικοῦμεν καὶ ἀπογραφόμεθα εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου Βουβαστείου, ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους ἀπογραφῇ ἀπεγραψάμεθα. καί ἐσμεν Μύσθης ὁ προγεγραμμένος σχοινιοπλόκος δεκάδραχμος ἐτῶν λϛ καὶ Ταμύσθα ἐτῶν μθ καὶ τὴν γενομένην ἐμοί τε τῇ Ταμύσθᾳ ἐκ τοῦ γενομένου καὶ ἀποπεπλεγμένου μου ἀνδρὸς Χαιρέου Ἡρακλείδου τοῦ Διονυσίου θυγατέρα Κυρίλλα ἐτῶν ι. ὑπάρχει δὲ ἡμῖν κοινῶς ἐξ ἴσου ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου Βουβαστείου οἰκία καὶ αὐλὴ, ἐν ᾧ οὐδεὶς ἀπογράφεται. διὸ ἐπιδίδομεν. Μύσθης καὶ ἡ ἀδελφή μου Ταμύσθα μετὰ κυρίου ἐμοῦ ἐπιδεδώκαμεν. Μύθης ἔγραψα καὶ ὑπὲρ αὐτης ἀγραμμάτου. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι α