Ancient Greek
BGU 1 139
Documentary Papyri, Bgu 1 139
Not analysed yet
Δημητρίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Κανώπῳ τῷ καὶ Ἀσκληπιάδῃ βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ κωμογραμματεῖ κώμης Καρανίδος παρὰ Οὐαλερίας Παυλίνας διὰ φροντιστοῦ Ὡριγένους. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος τὰς ὑπαρχούσας μοι περὶ κώμην Καρανίδα ἐν τόπῳ Κοιλάδι Στρουθοῦ λεγομένῳ ἐν μιᾷ σφραγίδι γῆς ἰδιοκτήτου ἀρούρας δύο τελούσας ἀνὰ πυροῦ μίαν ἥμισυ σωματιζομένας εἰς Οὐαλερίαν Παυλῖναν ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς δέκατον ἔτος. διὸ ἐπιδίδωμι. Οὐαλερία Παυλίνα διὰ φροντιστοῦ Ὡριγένους ἐπιδέδωκα. ἀπεγράφη παρὰ στρατηγῷ ι ἔτους Φαμενὼθ α ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ ι ἔτους Φαμενὼθ α Ἑριεὺς κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον εἰς ἐξέτασιν.