Ancient Greek
14.3.12 to 14.4.20
Documentary Papyri, Bgu 1 14.3.12-14.4.20
Not analysed yet
παραφέροντες δεῖσαν κοπεῖσαν ἀπὸ χωρίου δ μη εἰς παρυλισμὸν τενάγους δ ι Λιβυκοῦ χώματος διὰ κτηνοτρόφου κάμηλοι ν, ἐκ δραχμῶν ϛ δραχμαὶ τ, ὧν ὁμόχρονοι γ ϛ, δ ϛ, ε ϛ, ϛ δ, ζ ϛ, η ϛ, θ ϛ, ι δ, ια ϛ, γίνονται οἱ προγεγραμμένοι. ἀχυρηγοῦντες ἀπὸ ἁλωνίας ἐποικίου εἰς ὑπόκαυσιν καμείνου λούτρων ὄνοι ιβ ἐκ δραχμῶν δ δραχμαὶ μη, ὧν ὁμόχρονοι δ β, ε β, ϛ β, θ β, ι β, ια β, γίνονται οἱ προγεγραμμένοι. ἐμβολεύοντες καὶ ὀνηλατοῦντες τοῖς προγεγραμμένοις ὄνοις ἐργάται κδ ἐκ δραχμῶν δ δραχμαὶ ϙϛ, ὧν ὁμόχρονοι δ δ, ε δ, ϛ δ, θ δ, ι δ, ια δ, γίνονται οἱ προγεγραμμένοι. παρυλίζοντες κριὸν διὰ ἐποικίου Πτολεμαίου ποταμίτου ποταμῖται ὁλοήμεροι μγ ἐκ δραχμῶν θ δραχμαὶ τπζ, ὧν ὁμόχρονοι ιη δ, ιθ δ, κα η, κβ θ, κγ θ, κδ θ, γίνονται οἱ προγεγραμμένοι. διὰ δὲ Σαραπαμμῶνος κα ὁλοήμερος ποταμίτης α δραχμαὶ θ. Ἀμμωνίῳ ἀρχιγεωργῷ ὑπὲρ ὀψωνίου μηνὸς Μεσορὴ δραχμαὶ π. ὁμαλίζοντες χ… παλαιοῦ ξύλου διὰ …λε ἐκ δραχμῶν γ δραχμαὶ ρε, ὧν ὁμόχρονοι ……εγ…χλεύοντες …δειλ π… τιμῆς πίσσης ξηρᾶς ταλάντων δ 𐅵ἀγορασθείσης διὰ Νεμεσίωνος χειριστοῦ …α δραχμαὶ σμ δραχμαὶ Απ. πελεγι ποταμίτῃ ἐν προχρείᾳ δραχμαὶ σ. τιμῆς πίσσης ξηρᾶς ταλάντων β ἀγορασθείσης εἰς πισσοκοπίαν ληνῶν β καὶ σωράκων …τάλαντον α δραχμαὶ μ ἀργυρίου δραχμαὶ υπ. τιμῆς πίσσης ὑγρᾶς χόες υλβ ἀγορασθείσης ἐν Ταυ…ωτχοεως ἐκ δραχμῶν λ …χωρησάντων …εἰς πισσοκοπίαν ληνοῦ καὶ σωράκων δραχμαὶ ρβ…. τιμῆς ἥλου χωρήσαντος εἰς ἐπισκευὴν σωράκων μνῶν κδ ἐκ δραχμῶν ιβ δραχμαὶ σπη. τιμῆς κοφίνων ν ἐκ δραχμῶν ι δραχμαὶ φ. τιμῆς ταριχίων λεπτίων δ ἐκ δραχμῶν σμ δραχμαὶ ϡξ. τιμῆς γαρ… α δραχμαὶ μ. τιμῆς ἐλαίου χρηστοῦ κοτυλῶν μ ἐκ δραχμῶν δ δραχμαὶ ρξ.