Ancient Greek
BGU 1 145
Documentary Papyri, Bgu 1 145
Not analysed yet
Αὐρηλίῳ Ἱέρακι τῷ καὶ Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Φαβίου κωμογραμματέως Σοκνοπαίου Νήσου. κατʼ ἄνδρα τῶν ἐλάσσω φανέντων πραξίμου ὑπʼ ἐμοῦ παρὰ τὰ μεταδοθέντα ὑπὸ τοῦ τῆς μερίδος βασιλικοῦ γραμματέως τοῦ ἐνεστῶτος κα ἔτους. ἔστι δέ· Σοκνοπαίου Νήσου κριθῆς ἀρτάβαι η ὧν τὸ κατ’ ἄνδρα · Ἀεῖτις καὶ οἱ ἀδελφοί κριθῆς ἀρτάβη α Ζηνᾶς Παουειτῆτος, κριθῆς ἀρτάβη α Στοτοῆτις Ἐριεῦτος κριθῆς ἀρτάβη α Ὡρίων ἀπάτωρ μητρὸς Θαισᾶτος κριθῆς ἀρτάβη α Ἀπῦχγις Ἀπύγχεως κριθῆς ἀρτάβη α Ἀβοὺς Σαταβοῦτος κριθῆς ἀρτάβη α Ἀπῦγχις Ὡρίωνος καὶ οἱ ἀδελφοὶ κριθῆς ἀρτάβαη α Ἰοῦστος Παβοῦτος καὶ οἱ ἀδελφοὶ κριθῆς ἀρτάβη α ἔτους κα Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεντανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παῦνι Φάβιος κωμογραμματεὺς ἐπιδέδωκα.