Ancient Greek
BGU 1 15 col. 2
Documentary Papyri, Bgu 1 15
Not analysed yet
Αἰμίλιος Σατορνῖλος στρατηγοῖς Ἑπτὰ νομῶν καὶ Ἀρσινοίτου χωρὶς Αὐάσεως χαίρειν. τὴν ἐνβολὴν καὶ σφόδρα ὑφʼ ὑμῶν ἀμελουμένην ὁρῶ. ἕκαστος γὰρ ὑφʼ ἡμῶν πυρὸν ἐπιστέλλων ἐν τοῖς θησαυροῖς ἔχειν οὐ καταβλέπειν, τὴν δὲ αἰτίαν οὐδεμίαν ἄλλην ἢ τὴν τῶν εἰωθότων παραφέρειν τὸν πυρὸν ὀλιγότητα εἶναι. ἡγοῦμαι οὖν, πολλάκις μὲν ἐπέστειλα εἰς τὸ νῦν ἀριθμὸν ἀγαγεῖν, ὑμεῖς δὲ οὐδέποτε πρὸς τὰ ἐμὰ γράμματα ἐπιστρέφεσθαι, ἠξιώσατε, ἀλλὰ συνκακουργοῦντες τοῖς ὀνηλάταις εἰς μὲν τὸν ἀριθμὸν αὐτοῦς ἀναλάμβαται, τὴν δὲ λεγομένην τριονίαν ὑπάρχειν οὐκ ἀναγκάσεται, ὅθεν οὖν μένει αὐτοὺς μὲν ἀπολαύειν τῶν ἐκ τῆς ὀνηλασίας ὑπαρχόντων δικαίου, τὸ δὲ ἐξ αὐτῶν τῷ ταμείῳ μὴ παραγίνεσθαι. εἶπα οὖν τοῦτο, μὴ πλέον αὐτοῖς προχωρῇ ἂν ὕστερον ῥαδίως τῶν τε ἐχόντων τὸν ἐντελῆ ἀριθμὸν καὶ τὴν ἐνδεόντων ὑπάρχῃ, κελεύω ἕνα ἕκαστον τῶν ὀνηλατῶν ἀναγκάζειν τὴν ὀφειλομένην ὑπʼ αὐτοῦ τρέφεσθαι τριονίαν, ὑμᾶς δὲ σφραγῖδα ἐπιβάλλειν ἑκάστῳ ὄνῳ. οὕτως γὰρ οἵ τε ὀνηλάται τρέφειν τὸν ἐντελῆ ἀριθμὸν ἀναγκασθήσονται καὶ ὑμεῖς . ἔχοιτε τοῦς ὀνηλάτας φωραθήσεσθαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους ε Ἐπεὶφ ιζ.