Ancient Greek
BGU 1 166
Documentary Papyri, Bgu 1 166
Not analysed yet
Ἡρακλεῖ Ψενοβάστις καὶ Δείῳ Πεθέως παρὰ Σοκμήνεως τοῦ Σοκμηνέως καὶ Ἁτρῆτος Σαμβαθίωνος τῶν δύο βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν ἐκ τῆς ιϛ κληρουχίας περὶ τὸ Στράτωνος ἃς γεωργεῖτε ἀρούρας ἕξ ἀρούρας ϛ ἐν ὀγμοῖς δυσὶ εἰς σπορὰν χόρτου καὶ κοπὴν τοῦ κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀντὶ τῶν δημοσίων πάντων χωρὶς χαλκίνων φολέτρων ὄντων πρὸς τοὺς περὶ Ἡρακλῆν καὶ Δεῖον ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις πᾶσι ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφ α …