Ancient Greek
183.r.40 to 183.sigl.1
Documentary Papyri, Bgu 1 183.r.40-183.sigl.1
Not analysed yet
κοινῶς ἐξ ἴσου τέταρτον μέρος οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος καὶ τῷ Ὥρῳ μόνῳ συνχωρῶ …ολὰς λ…κὰς δύο καὶ τῇ θυγατρὶ Σοήρι ὁμοίως συνχωρῶ ἥμισυ μέρος τῆς πρότερον Ψενταπιάμις οἰκίας καὶ αὐλῆς, τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸν ὑπάρχοντά μοι ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου τόπον ψιλὸν καὶ μῦλον θηβαικὸν σὺν τραπέζῃ καὶ τοῖς αὐτοῖς δυσὶ Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ …τα…α…αλι…με…κ… καὶ Στοτοήτι καὶ Ὥρωι κλίνας τέσσαρας …καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ …ἀργυρίου δραχμὰς ὀκτὼ ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Στοτοῆτις Ἀπύγχεως διὰ τὸ μὴ εἰδέναι γράμματα. γραμματεὺς τοῦ ἐν τῇ Σοκνοπαίου Νήσου γραφείου. …Σαταβοὺς …τα…να …ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ