Ancient Greek
BGU 1 187
Documentary Papyri, Bgu 1 187
Not analysed yet
…ανοὺς Πετεσούχου μετὰ κυρίου τοῦ συνγενοῦς Μελανᾶς τοῦ Πεθέως Διοδώρᾳ Πεθέως χαίρειν. ἀπέχω παρὰ σοῦ τὰς διαταγείσας μοι ὑπὸ τοῦ πατρὸς μου κατὰ διαθήκην ἀργυρίου δραχμὰς ἑξήκοντα ὀκτώ γίνονται ξη καὶ οὐδὲν σοι ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς πράγματος. ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. …ἔτους δευτέρου καὶ εἰκοστοῦ …Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ εἰκάδι. Μελανᾶς ὁ προκίμενος ἔγραψα τὸ σῶμα.