Ancient Greek
BGU 1 174
Documentary Papyri, Bgu 1 189
Not analysed yet
…τ… Σοκνοπαίου Νήσου Σαταβοὺς Τεῆος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῷ ἔχειν τὸ δάνειον τοῦ Μεσουῆρις διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς ἑβδομήκοντα δύο τόκου ὡς ἐκ δραχμῆς μιᾶς τριωβόλου τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Μεχὶρ τοῦ εἰσιόντος ἑβδόμου καὶ τριακοστοῦ ἔτους Καίσαρος καί ποιήσω, καθότι προγέγραπται · ἔγραψεν ὑπὲρ αὐτοῦ Πανεφρύμις Στοθήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους λϛ Καίσαρος Μεσορὴ κδ …Δάνειον ἀργυρίου δραχμῶν ξβ καὶ πρᾶσις ὄνου παρὰ Μαρῆος Μεσουῆρις.