Ancient Greek
BGU 1 219
Documentary Papyri, Bgu 1 219
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Θῶθ κ. διέγραψεν διὰ Σαταβοῦτος καὶ μετόχων πρακτόρων Παβοὺς Παβοῦτος τελεσμάτων καμήλων πρώτου ἔτους ῥυπαρὰς δραχμὰς δεκαδύο γίνονται δραχμαὶ ιβ, Θῶθ λ ῥυπαρὰς δραχμὰς εἴκοσι γίνονται δραχμαὶ κ, Φαῶφι κθ δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η καὶ τὰ προσδιαγραφόμενα συμβολικά ἔτους τετάρτου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Θῶθ γ διέγραψεν διὰ Θεογείτονος πράκτορος Σοκνοπαίου Νήσου Σαταβοὺς Σαταβοῦτος τελεσμάτων καμήλων γ ἔτους δραχμὰς τριάκοντα γίνονται δραχμαὶ λ καὶ προσδιαγραφόμενα συμβολικά