Ancient Greek
BGU 1 224
Documentary Papyri, Bgu 1 224dupl
Not analysed yet
Ἱέρακι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ἁτρῆτος Σαταβοῦτος τοῦ Πανεφρέμμεως μητρὸς Σεγάθιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους Θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν, ἐν ᾗ καταγείνομαι ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ κώμῃ· καὶ εἰμὶ δὲ ὁ προγεγραμμένος Ἁτρῆς ἐτῶν κε ἄσημος καὶ τὴν γυναῖκά μου Ἰσάριον ἀπάτωρα μητρὸς Τανεφρέμμεως τῆς Πανομιέως ἐτῶν ιγ ἄσημον· ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ οἰκίαι δύο καὶ τέταρτον μέρος μαμμικόν καὶ Ταπετσῖρις Στοτοήτιος τοῦ Πανεφρέμμεως μητρὸς Ταπετσίρεως ἐτῶν ιβ ἄσημος ὑπάρχει δὲ τῇ Ταπετσίρι οἰκίαι δύο καὶ αὐλὴ καὶ τέταρτον μέρος παππικὸν καὶ τέταρτον μέρος μαμμικόν· διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ δ.