Ancient Greek
BGU 1 228
Documentary Papyri, Bgu 1 228
Not analysed yet
Τεσενῦφις καὶ Ὀννῶφρις ἀμφότεραι μετὰ κυρίου τοῦ Σητοης. ὁμολογοῦμεν πεπρακέναι Σαταβοῦτι Χαιρᾶτος τὴν ὑπάρχουσαν ἡμῖν ὄνον θήλειαν λευκομυόχρουν ταύτην τοιαύτην ἀναπόριφον καὶ ἀπέχομεν τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας ἑξήκοντα καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει, καθὼς πρόκειται. Ὀννόφρις πέπρακα, καθὼς πρόκειται.